NOT GUILTY! (Не виновен!)
Μιλήσιός τις φόνου δίκην ἔφευγεν (Некий милетец обвинялся в убийстве). Ἐλεγχόμενος δὲ περὶ τοῦ πράγματος ὑπὸ τῶν δικαστῶν (Уличаемый же в этом деле судьями,) ἔφη ἔχειν οὐ μίαν μόνην ἀπολογίαν ποιεῖσθαι (/он/ говорит, что он может не одну оправдательную речь произнести), ἀλλὰ τρεῖς πασῶν καλλίστας (а три и всех прекраснейшие). “Ἐγὼ γὰρ (я же),” ἔφη (говорит), “ὦ δικασταὶ (о, судьи), τὸ μὲν πρῶτον οὐ πάνυ ἔκτεινα τὸν ἄνθρωπον (во-первых, совсем не убивал этого человека)· τὸ δὲ δεύτερον ἔκτεινα μὲν αὐτὸν (во-вторых, убил его), ἀκούσιον δὲ τὸ ἔργον ἦν (но деяние это было невольное), ἔτυχον γὰρ τότε μεθυσθεὶς (так как вышло, что я был тогда пьян), ὅτε ἐκεῖνο ἔδρασα (когда это сделал)· τὸ δὲ τρίτον οὐ δίκαιός εἰμι διὰ ταῦτα κολάζεσθαι (в-третьих, несправедливо будет за это меня наказывать), ἐπεὶ ἐκεῖνος ἐμὲ πρότερος ὕβρισεν (потому что тот первым меня обидел), ὥστε ἔκτεινα αὐτὸν ἀμυνόμενος (так что я убил его защищаясь), οἱ δὲ νόμοι οὐ κολάζουσι τοὺς τοιαῦτα ποιοῦντας (законы же не наказывают тех, кто так поступает), ἀλλ’ ἀναίτιον τὸ ἔργον ἐστίν (но деяние это непредосудительно).” Ταῦτα δὲ ἀπολογούμενος οὐκ ἔπεισε τοῦς δικαστὰς (Но так оправдываясь, он не убедил судей), ἀλλὰ κατακριθεὶς ἀπέθανε (но умер осуждённый).
Μιλήσιός τις φόνου δίκην ἔφευγεν. Ἐλεγχόμενος δὲ περὶ τοῦ πράγματος ὑπὸ τῶν δικαστῶν ἔφη ἔχειν οὐ μίαν μόνην ἀπολογίαν ποιεῖσθαι, ἀλλὰ τρεῖς πασῶν καλλίστας. “Ἐγὼ γὰρ,” ἔφη, “ὦ δικασταὶ, τὸ μὲν πρῶτον οὐ πάνυ ἔκτεινα τὸν ἄνθρωπον· τὸ δὲ δεύτερον ἔκτεινα μὲν αὐτὸν, ἀκούσιον δὲ τὸ ἔργον ἦν, ἔτυχον γὰρ τότε μεθυσθεὶς, ὅτε ἐκεῖνο ἔδρασα· τὸ δὲ τρίτον οὐ δίκαιός εἰμι διὰ ταῦτα κολάζεσθαι, ἐπεὶ ἐκεῖνος ἐμὲ πρότερος ὕβρισεν, ὥστε ἔκτεινα αὐτὸν ἀμυνόμενος, οἱ δὲ νόμοι οὐ κολάζουσι τοὺς τοιαῦτα ποιοῦντας, ἀλλ’ ἀναίτιον τὸ ἔργον ἐστίν.” Ταῦτα δὲ ἀπολογούμενος οὐκ ἔπεισε τοῦς δικαστὰς, ἀλλὰ κατακριθεὶς ἀπέθανε.
Ссылка на файл 06. NOT GUILTY.pdf