10. TARPEIA THE TRAITRESS


TARPEIA THE TRAITRESS (Тарпея изменница)

Στρατεύσαντές ποτε ἐπὶ τὴν Ῥὠμην οἱ Σαβῖνοι (Когда сабиняне совершили поход на Рим) τῆς ἀκροπόλεως ἐκ προδοσίας κράτησαν (/они/ захватили крепость благодаря предательству). γὰρ ἐν αὐτῇ Ταρπεία τις (Ибо в ней была некая Тарпея), θυγάτηρ Ταρπείου τοῦ φρουράρχου (дочь начальника стражи Тарпея). Αὕτη οὖν (Итак, она), ἰδοῦσα τοὺς Σαβίνους φοροῦντας χρυσᾶ περιβραχιόνια (увидев, как сабиняне носят золотые браслеты), τούτων ἐπεθύμησε (их пожелала). Καὶ ὑπέσχετο τὸ χωρίον προδώσειν (И пообещала сдать город), εἰ ἕκαστος τῶν εἰσιόντων δοίη αὐτῇ ἐκεῖνα (если каждый из входящих даст ей то), ἐν τῷ ἀριστερῷ βραχίονι ἐφόρει (что он носит на левой руке). Ἐπὶ τούτοις οὖν οἱ Σαβῖνοι ὡμολόγησαν (Сабиняне на это согласились), καὶ μὲν Ταρπεία νύκτωρ τὰς πύλας ἀνέῳξεν (и Тарпея ночью открыла ворота), ἐκεῖνοι δὲ εἰσῆλθον εἰς τὴν ἀκρόπολιν (а те вошли в крепость). ᾜτει οὖν γυνὴ τὸν μισθὸν (Попросила тогда женщина награду)· Οἱ δὲ Σαβῖνοι (сабиняне же), ἐπιβαλόντες αὐτῇ τὰς ἀσπίδας (бросив в неё щиты) (ἐφόρουν γὰρ καὶ ταύτας ἐν τοῖς ἀριστεροῖς βραχίοσι (они и их носили в левой руке)), κατέχωσάν τε αὐτὴν (завалили её), καὶ ἀπέκτειναν (и убили).

Στρατεύσαντές ποτε ἐπὶ τὴν Ῥὠμην οἱ Σαβῖνοι τῆς ἀκροπόλεως ἐκ προδοσίας ἐκράτησαν. Ἦ γὰρ ἐν αὐτῇ Ταρπεία τις, θυγάτηρ Ταρπείου τοῦ φρουράρχου. Αὕτη οὖν, ἰδοῦσα τοὺς Σαβίνους φοροῦντας χρυσᾶ περιβραχιόνια, τούτων ἐπεθύμησε. Καὶ ὑπέσχετο τὸ χωρίον προδώσειν, εἰ ἕκαστος τῶν εἰσιόντων δοίη αὐτῇ ἐκεῖνα, ἃ ἐν τῷ ἀριστερῷ βραχίονι ἐφόρει. Ἐπὶ τούτοις οὖν οἱ Σαβῖνοι ὡμολόγησαν, καὶ ἡ μὲν Ταρπεία νύκτωρ τὰς πύλας ἀνέῳξεν, ἐκεῖνοι δὲ εἰσῆλθον εἰς τὴν ἀκρόπολιν. ᾜτει οὖν ἡ γυνὴ τὸν μισθὸν· Οἱ δὲ Σαβῖνοι, ἐπιβαλόντες αὐτῇ τὰς ἀσπίδας (ἐφόρουν γὰρ καὶ ταύτας ἐν τοῖς ἀριστεροῖς βραχίοσι), κατέχωσάν τε αὐτὴν, καὶ ἀπέκτειναν.

Ссылка на файл 10. TARPEIA THE TRAITRESS.pdf

09. ROUGH WOOING

ROUGH WOOING (Грубое ухаживание).

Συλλέξας ὁ Ῥωμύλος ἐποίκους πολλοὺς (Ромул, собрав многих поселенцев), καὶ τὴν πόλιν Ῥώμην κτίσας (и основав город Рим), εἶτα ἐς ἀπορίαν τινὰ κατέστη (затем пришел в некое смущение). Τῶν γὰρ μεθ’ ἑαυτοῦ ἀνδρῶν  ὀλίγοι τινὲς γυναῖκας εἶχον (Поскольку у немногих из тех, кто был с ним, были женщины), οἱ δὲ πολλοὶ γαμεῖν βουλόμενοι οὐκ ἐδύναντο (многие же хотели жениться, но не могли). Οὐ γὰρ ἦσαν παρ’ αὐτοῖς παρθένοι (Ибо не было среди них девушек), οὐδὲ προυθυμήθησαν οἱ πέλας (и не желали те, кто был рядом,) τοῖς τοιούτοις ἀνθρώποις τὰς θυγατέρας ἐκδοῦναι (этим людям дочерей выдавать). Πρὸς ταῦτα οὖνἐμηχανήσατο τοιάδε (Тогда для этого он выдумал следующее). Λόγος διεδόθη ὑπαὐτοῦπρῶτον (Сперва он распространил слух), ὡς μέλλει θεῷ τινὶ θυσίαν μεγάλην ποιεῖσθαι καὶπανήγυριν (что он собирается принести некоторому богу большую жертву и устроить празднество). Ἀκούσαντες δὲ ταῦτα πολλοὶ τῶν πλησίον (Услышав это, многие /живущие/рядом) συνῆλθον  μετὰ τῶν θυγατέρων ἐπὶ θέαν (собрались с дочерями на зрелище). Σημείουδέ τινος γενομένου (А когда был подан знак), οἱ Ῥωμαῖοι μετὰ βοῆς ὁρμήσαντες (римляне, устремившись с криком,) τὰς μὲν γυναῖκας ἥρπαζον (похитили девушек), τοὺς δὲ ἄνδραςσκεδάσαντες ἀπήλασαν (мужчин же, рассеяв, прогнали).

Συλλέξας ὁ Ῥωμύλος ἐποίκους πολλοὺς, καὶ τὴν πόλιν Ῥώμην κτίσας, εἶτα ἐς ἀπορίαν τινὰκατέστη. Τῶν γὰρ μεθ’ ἑαυτοῦ ἀνδρῶν ὀλίγοι τινὲς γυναῖκας εἶχον, οἱ δὲ πολλοὶ γαμεῖνβουλόμενοι οὐκ ἐδύναντο. Οὐ γὰρ ἦσαν παρ’ αὐτοῖς παρθένοι, οὐδὲ προυθυμήθησαν οἱπέλας τοῖς τοιούτοις ἀνθρώποις τὰς θυγατέρας ἐκδοῦναι. Πρὸς ταῦτα οὖν ἐμηχανήσατοτοιάδε. Λόγος διεδόθη ὑπ’ αὐτοῦ πρῶτον, ὡς μέλλει θεῷ τινὶ θυσίαν μεγάλην ποιεῖσθαι καὶπανήγυριν. Ἀκούσαντες δὲ ταῦτα πολλοὶ τῶν πλησίον συνῆλθον  μετὰ τῶν θυγατέρων ἐπὶθέαν. Σημείου δέ τινος γενομένου, οἱ Ῥωμαῖοι μετὰ βοῆς ὁρμήσαντες τὰς μὲν γυναῖκαςἥρπαζον, τοὺς δὲ ἄνδρας σκεδάσαντες ἀπήλασαν.

Ссылка на файл 09. ROUGH WOOING.pdf

08. CHIMAERA

THE CHIMAERA (Химера).

καλουμένη Χίμαιρα θηρίον τι ἦν τερατῶδες (так называемая Химера – это диковинный зверь), τὸ δὲ τοῦ σώματος εἶδος εἶχε τοιοῦτον (вид тела имел такой), ὥστε οὐ ῥᾴδιόν ἐστιν αὐτὸ διηγεῖσθαι (что нелегко его описать). Ἦν γὰρ δὴ τὰ μὲν ἔμπροσθεν λέων (Ведь на самом деле у неё перед льва), τὰ δὲ ὄπισθεν δράκων (а зад змеи)· μέση δὲ τούτων τρίτη τις (а между ними третья) κεφαλὴ ἐπῆν κερασφόρος (была рогатая голова) (ὡδεὶ αἰγὸς (как у козла)) καὶ διὰ τοῦ στόματος πῦρ ἀνιεῖσα (и изо рта извергался огонь). Αὕτη οὖν Χίμαιρα διέφθειρε τὴν χώραν πᾶσαν (Итак, эта Химера уничтожила целую страну), καὶ τὰ βοσκήματα πανταχοῦ ἐλυμαίνετο (и везде портила корм скота). Μία γὰρ οὖσα τριῶν θηρίων δυνάμιν εἶχε (Будучи одной, имела силу трёх животных). Τέλος δὲ ἀνεῖλεν αὐτὴν Βελλεροφόντης ὧδε (Наконец же убил её Беллерофонт таким образом). Ἵππον τινὰ πτηνὸν εἶχεν (У него был крылатый конь), ὀνόματι Πήγασον (по имени Пегас). Ἀναβὰς οὖν ἐπὶ τοῦτον (Итак, вскочив на него), καὶ βοήσας (и крикнув), ἤρθη ἐς τὸν ἀέρα (он поднялся в воздух), καὶ ὕπερθεν τοξεύων τὴν Χίμαιραν ἀπέκτεινε (и сверху убил Химеру стрелой из лука).

Ἡ καλουμένη Χίμαιρα θηρίον τι ἦν τερατῶδες, τὸ δὲ τοῦ σώματος εἶδος εἶχε τοιοῦτον, ὥστε οὐ ῥᾴδιόν ἐστιν αὐτὸ διηγεῖσθαι. Ἦν γὰρ δὴ τὰ μὲν ἔμπροσθεν λέων, τὰ δὲ ὄπισθεν δράκων· μέση δὲ τούτων τρίτη τις κεφαλὴ ἐπῆν κερασφόρος (ὡδεὶ αἰγὸς) καὶ διὰ τοῦ στόματος πῦρ ἀνιεῖσα. Αὕτη οὖν ἡ Χίμαιρα διέφθειρε τὴν χώραν πᾶσαν, καὶ τὰ βοσκήματα πανταχοῦ ἐλυμαίνετο. Μία γὰρ οὖσα τριῶν θηρίων δυνάμιν εἶχε. Τέλος δὲ ἀνεῖλεν αὐτὴν ὁ Βελλεροφόντης ὧδε. Ἵππον τινὰ πτηνὸν εἶχεν, ὀνόματι Πήγασον. Ἀναβὰς οὖν ἐπὶ τοῦτον, καὶ βοήσας, ἤρθη ἐς τὸν ἀέρα, καὶ ὕπερθεν τοξεύων τὴν Χίμαιραν ἀπέκτεινε.

Ссылка на файл 08. CHIMAERA.pdf